Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.214 Joseph. AJ 17.219 (English) >>Joseph. AJ 17.224

17.217Ἀρχελάῳ δὲ ἄπορον ἐδόκει σώζεσθαι τὰ πάντα μὴ οὐκ ἀνακόψειν τὴν ἐπὶ τοιοῖσδε ὁρμὴν τῆς πληθύος, ἐκπέμπει δὲ πᾶν τὸ στρατόπεδον οἳ τούς τε αὐτόθι ἐσκηνωκότας κωλύοιεν τοῖς κατὰ τὸ ἱερὸν βοηθεῖν καὶ τοὺς ἐκπίπτοντας ὑπὸ τῶν πεζῶν δέχοιντο ἀντειλῆφθαι τἀσφαλοῦς ἤδη πεπιστευκότας. 17.218καὶ εἰς μὲν τρισχιλίους ἄνδρας ἔκτειναν οἱ ἱππεῖς· τὸ δὲ λοιπὸν ᾤχετο ἐπὶ ὄρη τὰ πλησίον ἰόντες. ἐκήρυσσε δʼ Ἀρχέλαος ἀναχωρεῖν ἐπὶ τὰ αὑτῶν πᾶσιν. οἱ δὲ ἀπῄεσαν τὴν ἑορτὴν καταλιπόντες φόβῳ κακοῦ μείζονος καίπερ θρασεῖς ὄντες διὰ τὸ ἀπαίδευτον. 17.219Ἀρχέλαος δʼ ἐπὶ θαλάσσης κατῄει μετὰ τῆς μητρὸς Νικόλαον καὶ Πτολεμαῖον καὶ Πτόλλαν τῶν φίλων ἐπαγόμενος, Φιλίππῳ τἀδελφῷ τὰ πάντα ἐφεὶς καθίστασθαι τοῦ οἴκου καὶ τῆς ἀρχῆς. 17.220συνεξῄει δʼ αὐτῷ καὶ Σαλώμη Ἡρώδου ἀδελφὴ γενεὰν ἀγομένη τὴν αὐτῆς, πολλοί τε τῶν συγγενῶν, λόγῳ μὲν ὡς συναγωνιούμενοι τῷ Ἀρχελάῳ ἐπὶ κτήσει τῆς βασιλείας, ἔργῳ δὲ ἀντιπράξοντες καὶ μάλιστα περὶ τῶν πεπραγμένων ἐν τῷ ἱερῷ ποιησόμενοι καταβοάς. 17.221ὑπαντιάζει δʼ ἐν Καισαρείᾳ τὸν Ἀρχέλαον Σαβῖνος Καίσαρος ἐπίτροπος τῶν ἐν Συρίᾳ πραγμάτων εἰς Ἰουδαίαν ὡρμημένος ἐπὶ φυλακῇ τῶν Ἡρώδου χρημάτων. καὶ αὐτὸν τῆς ἐπὶ τοῖσδε ὁρμῆς ἔσχεν Οὔαρος παρελθών· διὰ γὰρ Πτολεμαίου μετάπεμπτος ὑπʼ Ἀρχελάου παρῆν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.214 Joseph. AJ 17.219 (English) >>Joseph. AJ 17.224

Powered by PhiloLogic